Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει,
- καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
- πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
- καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
- χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται,
- καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
- ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
- οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
- ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος,
- καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·
728
[*](B)- ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ
- πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
- χάρις ὡς παράδεισος ἐν εὐλογίαις,
- καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
- ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται,
- καὶ ὑπέρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
- τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα.
- καὶ ὑπέρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
- οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν,
- καὶ ὑπέρ ἀμφότερα ἀγάπησις σοφίας.
- αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
- καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.
- χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου,
- καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.
- φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
- καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
- ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως.
- καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.