Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
  2. καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
  1. μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου,
  2. (27)καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
  1. μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας·
  1. ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία,
  2. καὶ παιδεία ἐν ῥήματι γλώσσης.
  1. μὴ ἀντίλεγε τῆ ἀληθεία,
  2. καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπητι·
  1. μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου,
  2. (32)καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
  1. καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ,
  2. καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
  1. ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας,
  2. καὶ Κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σοῦ.
  1. μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου,
  2. καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
  1. μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου,
  2. καὶ φαντασιοκοπῶυ ἐν τοῖς οἰκέταις σου.
[*](U+05D0AC)[*](17 om δε U+05D0AC | βασανζει U+05D0* ( -σει U+05D0c.ᵃ) | εμπιστευση BᵇA ενπστευσει C | πειρασει] περασεις U+05D0* (-σει U+05D0c.ᵃ) 18 ευφραινει A 19 ενκαταλιψει U+05D0 21 επαγουσα] εναγουσα A* vid 23 μη] pr κ U+05D0c.ᵃ 24 om και παιδ. εν ρ. γλωσσης C | παιδια U+05D0Α | γλωσσης] γλωσσωδους U+05D0* (-σσης U+05D0c.ᵃ) 25 αλη- θεια (-θια U+05D0)] +κατα μηδεν U+05D0c.ᵃ | παιδευσιας U+05D0* (απαιδ. U+05D0¹) | εντραπηθι BᵇU+05D0 27 ανθρωπω μωρω σεαυτον U+05D0AC 28 του θανατου] om του U+05D0AC | αληθιας U+05D0C 29 τραχυς] ταχυς U+05D0*A θρασυς U+05D0c.ᵃ | γλωσση] ακροασει U+05D0* | om και 2⁰ C | τοις λογοις U+05D0c.ᵃ 30 τω οικω] τη οικια U+05D0)
653
  1. μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν,
  2. καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
  1. μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου,
  2. καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
  1. μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι
  2. ἐν ἐπιθυμίαις καρδίας σου·
  1. καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
  2. ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.
  1. μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ;
  2. ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
  1. περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου.
  2. προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·
  1. καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς,
  2. τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
  3. (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
  4. καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·
  1. μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον,
  2. καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
  3. (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου.
  4. καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
  1. μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
  2. οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς
  1. μὴ λίκμα ἐν παντὶ ἀνέμῳ,
  2. καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
  3. οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.