Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἵσθι ἐστηριγμένος ἐν συνέσει σου,
  2. καὶ εἷς ἔστω σου ὁ λόγος.
  1. γίνου ταχὺς ἐν ἀκροάσει σου,
  2. καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
[*](31 μη] pr και φ U+05D0* (improb και φ U+05D0¹) V 2 3 om μη εξακολουθει.. U+05D0ΑC δυναστευσει U+05D0* hab μη εξακ. τη ψυχη σου [5] τη ισχυι σου πορευεσθαι (hucusque sup ras) εν επιθυμια καρδια (sic) σου μη επης (sic) τις με δυνα- στευσει· U+05D0c.ᵃ ⁽ᵛⁱᵈ) | om πορευεσθαι εν επιθ. καρδιας σου AC | καρδιαις B* 3 om μη C | om σε U+05D0Α 4 om και C | om ο γαρ κυριος εστιν μακρο- θυμος C 6 οικτιρμος BᵇU+05D0A | αυτου 2⁰] αυτω U+05D0ΑC | καταπαυσεται (-σει U+05D0c.ᵃ ) 7 προς] επι U+05D0 | οργη] pr η U+05D0 | Κυριου] αυτου U+05D0* κυ κ ως μελισσαι εκτριβησῃ U+05D0c.ᵃ | εν καιρω] εν τω κ. U+05D0* (om τω U+05D0c.ᵃ) εξελουσα C U+05D0 ωφελησει U+05D0*A σε U+05D0c.ᵃ A 9 λιγμα C | om και C 10 om σου 1° Cfort | εις] εισθι U+05D0* (εις U+05D0c.ᵃ))
654
[*](B)
  1. εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·
  2. εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.
  1. δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,
  2. καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
  1. μὴ κληθῇς ψίθυρος,
  2. καὶ τῇ γλώσσῃ σου μὴ ἐνεδρευθῇς·
  3. (17)ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη,
  4. καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
  1. ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει,
  1. καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·
  2. ὄνομα γὰρ πονηρὸν αἰσχύνη, καὶ ὄνειδος κληρονομήσει·
  3. οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
  1. μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου,
  2. ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·
  1. τὰ φύλλα σου καταφάγεσαι
  2. καὶ τοὺς καρποὺς σου ἀπολέσεις,
  3. καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.
  1. Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν,
  2. καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
  1. λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ,
  2. καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
  1. οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί,
  2. οἱ δὲ σύμβουλοί σου εἰς ἀπὸ χιλίων.
  1. εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν,
  2. καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
  1. ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ,
  2. καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου·
  1. καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν,
  2. καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει·
  1. καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν,
  2. [*](U+05D0ΑC)[*](12 om σοι C | εστω] εσται C | επι] εν C στοματι] pr τω U+05D0C 13 λαλλα U+05D0* (λαλια U+05D0c.ᵃ et postea) | γλωσσα] pr η C | ανθρωπου] αυτου C | αυτω] αυτου U+05D0 14 ενεδρευθης] ενεδρευε BᵃᵇU+05D0AC | ονηρα U+05D0* (πον. U+05D0¹) V 1 1 αισ- χυνην U+05D0ΑC 2 διαρπαγη] αρπαγη U+05D0 3 αφησεις σεαυτον] αφησεις αυτον U+05D0* αφησεις σε (nisi potius σφησει σε) U+05D0c.ᵃ | ξυλον] φυλλον AC | ξηρον] + σεαυτον U+05D0* (improb U+05D0c.ᵃ ) 4 εχθροις U+05D0 5 λαρυξ C | ευπροσηγοριαν C 6 εστωσαν] + σοι U+05D0* (improb σοι 2⁰ U+05D0c.ᵃ) 7 ενπιστευσης U+05D0C 9—10 om και εστιν...θλιψεως σου U+05D0* (hab U+05D0c.ᵃ) 9 εχθρον AC | μαχη C)
    655
  3. καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·
[*](Β)
  1. καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ,
  2. καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
  1. ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ,
  2. καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
  1. ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι,
  2. καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
  1. φίλος πιστὸς σκέπη κραταιά·
  2. ὁ δὲ εὑρὼν αὐτόν, εὗρεν θησαυρόν.