Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς,
- καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.
- ψυχὴν πεινῶσαν μὴ λυπήσῃς,
- καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
- καρδίαν παροργισμένην μὴ προσταράξῃς,
- καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
- ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, [*](U+05D0ΑC)[*](23 υπεδειχθη] υπεδοθη C 24 υποληψις A | om και U+05D0* (hab κ U+05D0c.ᵃ) ωλισθησεν διανοιας] ωλισθη εν διανοια A*ᵛⁱᵈ ωλσθησεν διανοιαν U+05D0Aᵃ 26 και ο αγαπων...επ εσχατων (1⁰)] καοδια σκληρα (1⁰)...εμπεσειται U+05D0c.ᵃ | εν αυτω] εαυτω U+05D0* (εν αυτ. U+05D01c.ᵃ) | εμπεσειται] απολειται U+05D0AC (.λιτε) | καρδια...επ εσχατω (2⁰) unc incl B¹?ᵃᵇ om U+05D0AC 27 28 inter βαρυνθησεται et φυτον ras plus quam 3 stichos Cᵃ 27 αμαρτιαις] μαρ sup ras B¹fort αμαρ- τιας U+05D0* (-τισις U+05D0c.ᵃ) 28 υπεηοηφανων Cᵃ | ιασις (-σεις A)] + οδοιποριαι αυταυ εκριζωθησονται C* ᵛⁱᵈ | ερριζωσεν] ερριζωσεν C | om εν C 29 παρα- βολην] εν παραβολη U+05D0* (παραβολην U+05D0c.ᵃ ) 30 εξιλασκεται C 31 πτω- σεως] +αυτου U+05D0AC IV 1 τεκνον sup ras U+05D01 2 λυπησης sup ras Aᵇ απορεια B* ras aliq B? ( -ρια Bᵇ) A 3 καρδιαν sup ras B | παρωργισμε- νην U+05D0A | προσταραξης] ς sup ras 3 ut vid litt in A)
- καὶ μὴ ἀποστρέψῃς τὸ πρόσαωπόν σου ἀπὸ πτωχοῦ.
651
- ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν,
- καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·
- καταραωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ,
- τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.
- προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει,
- καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.
- κλῖνον πτωχῷ τὸ οὖς σου,
- καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳύτητι.
- ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος,
- καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
- γίνου ὀρφανοῖς ὡς πατήρ,
- καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν·
- (11)καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου,
- καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.
- Ἡ σοφία υἱοὺς ἑαυτῇ ἀνύψωσεν,
- καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν.
- ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν,
- καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται
- εὐφροσύνης·
- ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν,
- καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος·
- οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ,
- καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος·
- ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη,
- καὶ ὁ προσελθὼν αὐτῇ κατασκηνώσει πεποιθώς.
- ἐὰν ἐμπιστεύσῃς, κατακληρονομήσεις αὐτήν,
- καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
- ὅτι διεστραμμένως πορεύεται μετʼ αὐτοῦ ἐν πρώτοις, [*](5 δεομενου] προσδεομενου U+05D0* (improb προσ U+05D0c.ᵃ) | καταρασασθαι] σ 2⁰ sup U+05D0AC ras B¹?vid 6 επακουσεται] εισακουσεται U+05D0C 7 συναγωγη] pr εν C | μεγιστανι] πρεσβυτερω U+05D0 c.ᵃ 8 ante εν 2 litt ras C? 9 κρινειν] κρνε- σθαι U+05D0 11 εαυτη] αυτης U+05D0AC 12 ορθιζοντες C* (ορθρ. Cᵃ) 13 ευ- λογησει] ευλογει U+05D0AC 14 λειτουργησουσιν] ειτουργησουσ sup ras ut vid C¹ | ο κυριος] om ο U+05D0C 15 υπακουων] εισακουων U+05D0 | προσελθων] προσ- εχων U+05D0ΑC 16 εμπιστευση BᵇU+05D0 σε AC (ενπ.) | κατακληρονομησει U+05D0AC αυτου] αυτης U+05D0* (-του U+05D0a.c) 17 δαστραμμενης C | πορευσεται U+05D0c.ᵃACᵛⁱᵈ (πορευεσται))
- (19)φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπʼ αὐτόν,
- καὶ βασανίσει αὐτὸν ἐν παιδίᾳ αὐτῆς,
- ἕως οὗ ἐνπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ·
- καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
652
[*](B)- καὶ πάλιν ἐπανήξει κατʼ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ
- αὐτόν,
- (21)καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
- ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν,
- καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
- Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ,
- (²⁴)καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·