Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ,
  2. ὅτι Κύριος κριτής ἐστιν,
  3. καὶ οὐκ ἔστιν παρʼ αὐτῷ δόξα προσώπου.
  1. οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοί,
  2. καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
  1. οὐ μὴ ὑπερίδῃ ἱκετἰαν ὀρφανοῦ,
  2. καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.
  1. οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει,
  1. καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
  1. θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
  2. καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·