Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν,
- καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
- καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,
- καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. [*](§ C)
- καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ
- οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς,
- ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,
- καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν·
- ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
- καὶ σκῆπτρα ἀδίκαων συντρίψει·
- ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ,
- καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
- ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
- καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
- ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ,
- ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας