Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. θυσία ἀνδρὸς δικαίου δεκτή,
  2. καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
  1. ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον,
  2. καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·
  1. ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου,
  2. καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
  1. δὸς Γψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ,
  2. καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθʼ εὕρεμα χειρός·
  1. ὅτι Κύριος ἀνταποδιδοὺς ἐστιν,
  2. καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι.
  1. μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται