Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ᵇυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμαοκημένη.
- καὶ οὐκ εἰς εὐδοκίαν μωκήματα ἀνόμων·
- οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν,
- οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας
- ἡύωυ υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ
- ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
- ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν.
- ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων·
- φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν,
- καὶ ἐκχέων αἶμα ὁ ἀποστερῶν μισθὸν μισθίου.
- εἴς οἰκοδομῶν καὶ εἶς καθαιρῶν,
- τί ὥφέλησαν πλεῖον ἦ κόπου;
- εἶς εὐχόμενος καὶ εἴς καταρώμενος,
- τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;
- βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ,
- τί ὠφέλησεν τῷ λουτρῷ αὐτοῦ;
- οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ
- καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν·
- τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται
- καὶ τί φέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν