Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,
  1. δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
  1. πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου,
  2. καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·
  1. πλεονάκις ἕως θανάτου ἐκινδύνευσα,
  2. καὶ διεσώθην τούτων χάριν.
  1. πνεῖμα φοβουμένων Κύριον ζήσεται,
[*](39 om ει 2⁰ U+05D0* (hab U+05D0c.a) |σεαυτον] αδελφον U+05D0ΑC | επιδεησεις ΒU+05D0Ά επι- U+05D0AC δεησι C 40 απαρας] in πα ras aliq B? XXX 1 2 ενυπνιοις] pr ο U+05D0* (improb ο U+05D0c.a) 3 τουτου] τουτο U+05D0 4 απο 1⁰] pr και A 5 μαντιαι U+05D0c 6 παρα γψ. αποσταλη] αποστ. παρα Τψ. U+05D0 απο γψ. αποστ. A 7 πολους] + γαρ A | εξεπεσαν U+05D0 | επ] εν U+05D0* (εχ U+05D0c.a) 9 πεπαιδευμενος] πεπλανημενος U+05D0A*vid (αιδευ sup ras Aᵃ) 10 επειραθη] επιρασθη U+05D0 11 πανουργειαν A 12 εορακα U+05D0Α | πλειονα] τα πλεονα U+05D0* τα πλειονα U+05D0c.a)
714
[*](B)
  1. ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·
  1. ό φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται,
  2. καὶ οὐ μὴ δειλιάσει, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
  1. φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·
  1. τίνι ἐπέχεις καὶ τίς ἀντιστήριγμα αὐτοῦ
  1. οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,
  2. ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος,
  3. σκέπη ἀπὸ καύσαωνος καὶ σκέπη ἀπὸ μεσημβρίας,
  4. (20)φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος·
  1. ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς,
  2. ἴασιν διδοὺς ζωὴν καὶ εὐλογίαν.