Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ὁ συντηρῶν νόμον πλεονάζει συμφοράς,
[*](B)
  1. θυσιάζων σαοτηρίου ὁ προσέχων ἐντολαῖς·
  1. ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν,
  1. καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
  1. εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας,
  2. καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
  1. μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός,
  1. πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
  1. προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον,
  2. καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Γψἰστου
  1. θυσία ἀνδρὸς δικαίου δεκτή,
  2. καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
  1. ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον,
  2. καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·
  1. ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου,
  2. καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.