Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι,
- (5)ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά.
- ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν,
- καὶ ἀκαίρως μὴ σοφίζου.
- σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ,
- σύγκριμα μουσικῶν ἐυ συμποσίῳ οἴυου·
- ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου,
- μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ.
- λάλησον, νεανίσκε, εί χρεία σου,
- (¹¹)μόλις δὶς ἐὰν ἐπερωτηθῇς·
- κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά·
- γίνου ὡς γινόσκων καὶ ἅμα σιωπῶν.
- ἐν μέσᾳῳ μεγιστάνων μὴ ἐξισάζου,
- καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
- πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
- καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
- ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει.
- ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·
- ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου,
- καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.