Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις,
- καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
- Ἐν οἴνῳ μὴ ἀνδρίζου.
- πολλοὺς γὰρ ἀπὼλεσεν ὁ οἶνος·
- κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ,
- οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
- ἔφισον ζωῆς οἶνος ἀνθρώπᾳῳ,
- ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ·
- ᵃ³τἰς ζωὴ ἐλασσουμένῳ οἴνῳ
- (35)καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
- ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς
- οἶνος πινόμενος ἐυ καιρῷ αὐτάρκης·
- πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
- ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
- πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα.
- ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
709
- ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, [*](B)
- καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ·
- (42)λόγον ὀνειδισμοῦ μὴ εἶπῃς αὐτῷ,
- καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.
- Ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου·
- γίνου ἐν αὐτοῖς ὡς εἰς ἐξ αὐτῶν,
- (2)φρόντισον αὐτῶν καὶ οὕτω κάθισον·
- καὶ πᾶσαυ τὴν χρείαν σου ποιήσας ἀνάπεσε,
- (3)ἵα εὐφρανθῇς δι᾿ αὐτούς,
- καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.