Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε
  2. καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
  1. Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν,
  2. καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν·
  1. ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ,
  2. καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·
  1. οἱ φοβούμενοι Κύριον είρήσουσιν κρίμα.
  2. καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
  1. ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν,
  2. καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
  1. ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα.
  2. ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον,
  3. (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
  1. ἄνευ βουλῆς μηθὲν ποιήσῃς.
  2. καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
  1. ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου,
  2. καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·
  1. μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
  1. καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.