Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου,
  2. καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
  1. ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
  2. καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
  1. τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν,
  2. ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
  1. ἀνὴρ σοφὸς οὐ μισήσει νόμον,
  2. ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
  1. ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ,
  2. καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
  1. ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,
  2. σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
[*](U+05D0A)[*](14 Κυριον] pr τον U+05D0 | εκδεξεται] εκλεξεται Bᵇ | παιδειαν BᵃᵇA 15 εμ. πλησθησεται] επιλησθησεται B (εμπλ. U+05D0c.a) 16 κριμα] χαριν U+05D0* (κριμα U+05D0c.a) 17 εκκλειον B* vid εκκλεινι Bᵃ (εκλινει Bᵇ) 18 και μετα... βουλης] pr asterisc U+05D0c.a 19 μηδεν A 21 μη] pr και A 24 εν. τολη U+05D0 XXXVI 1 Κυριον] pr τον U+05D0 | εξελειται] + αυτον U+05D0c.a 2 υπο- κρινομενος] ενυποκρ. U+05D0 3 εμπιστευσει BᵇA | ερωτημα] επερωτημα U+05D0 | δικαιων] δηλων U+05D0A 4 παιδιαν U+05D0Α | και 2⁰] + ουτως U+05D0)
711
  1. τροχὸς ἁμάξης σπλάγχνα μωροῦ,
  2. [*](B)
  3. καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
  1. ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος,
  2. ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
  1. διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει,
  2. καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;
  1. ἐν γνώσει Κυρίου διεχωρίσθησαν,
  2. καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·