Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου,
- καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
- ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται,
- καὶ ὁ διώκων διαφθορὰν αὐτὸς πλησθήσεται.
707
- πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου,
- καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
- ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθυσιάζουσιν αὐτῷ,
- καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
- μακάριος πλούσιος ὅς εὑρέθη ἄμωμος,
- καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη·
- τίς ἐστιν, καὶ μακαριοῦμεν αὐτόν;
- ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
- τἰς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔστω εἰς
- καύχησιν.
- τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη,
- καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;
- στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ,
- καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
- Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας·
- μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς τὸν φάρυγγά σου.
- (13)καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπʼ αὐτῆς.
- μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός·
- (15)πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται
- διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.