Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὑ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα.
- (17)καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
- ¹⁵υὁει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ,
- καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
- φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι.
- καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·
- παῦσαι πρῶτος χάριν παιδείας,
- καὶ μὴ ἀπληστεύου, μὴ ποτε προσκόψῃς·
- καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας,
- πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
- ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, [*](6 απωλεια] η απωλια U+05D0 7 ξυλον προσκομματος ΒU+05D0 c.a A (προσσκ.) | U+05D0AC ουδε προσταγματος U+05D0* | ενθουσιαζουσιν N* (ενθυσ. U+05D0c.a) 9 om γαρ 0 εστω] εσται αυτω U+05D0c.a | εποιησε C 11 εκκλησια] σοια A 12 ανοιξας U+05D0* (ξης U+05D0c.a) | αυτης] αυτη U+05D0 | τον φαρυγγα] om τον BᵃᵇΝAC | om μη 2⁰ AC 4 επιβλεφης B (improb ς postea revoc U+05D0?) | τρυβλιω] pr τω ΝC 16 δια. ιασου U+05D0* ( σω U+05D0 c.a) 17 παιδιας U+05D0AC | προσκπψῃς A)
- καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
708
[*](B)- ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίαφ
- ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐεοῦ·
- (23)πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς
- ἀπλήστου.
- καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν,
- ἀνάστα μεσοπορῶν, καὶ ἀναπαύσῃ.
- ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
- καὶ ἐπʼ ἐσχάτῳ εὑρήκεις τοὺς λόγους μου.
- (27)ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής. [*](¶ C)
- καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
- λαμπρὸν ἐπʼ ἄρτοις εὐλογήσει χείλη,
- καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·