Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τί συμφέρει κάρπωσις εἰδώλῳς
- οὔτε γὰρ ἔδεται οδτε μὴ ὀσφρανθῆ·
- (20)οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.
- βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων
- ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
- μὴ δῷς εἰς λύπην τὴν ψυχὴν σου,
- καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
- εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου,
- καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
- ἀγάπα τὴν ψυχὴν σου καὶ παρακάλει τὴν καρδίαν σου,
- καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
- (25)_Φολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη,
- καὶ οὐκ ἔστιν ὠφελία ἐν αὐτῇ.
- ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.
- καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
- bλαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν
- τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.
- ἀγρυπνία πλούτου ἐκτήκει σάρκας,
- καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστῷ ὕπνον·
- μἐριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν,
- καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.
- ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων,
- καὶ ἐυ τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων
- αὐτοῦ·