Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- §8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός, [*](§C)
- καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
- τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε,
- σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
- μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
- καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
- μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
- ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος,
- μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
- παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
- ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.
- κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἔξει
- ἤ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
- ὑγεία καὶ εὐεξία βελτίων παντὸς χρυσίου,
- καὶ σῶμα εἰρωστον ἤ ὄλβος ἀμέτρητος.
- Πεπἰ βρωμάτων.
- Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγείας σώματος,
- καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπέρ χαρὰν καρδίας.
- κρείσσων θάνατος ὑπέρ ζωὴν πικρὰν ἤ ἀρρώστημα ἔμμονον.
- ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένα,
- θέμα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.