Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου,
  2. οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·
  1. ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ,
  2. καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
  1. τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου,
  2. καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
  1. κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε,
  2. καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
  1. ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται,
  2. (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·
  1. ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου·
  2. ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ
  3. ἁμαρτίαι.
  1. ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα,
  2. καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα
  3. αὐτοῦ.
  1. Τέκνον, ἐν πρᾳύτητι τὰ ἔργα σου διέξαγε,
  2. καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
  1. ὅσῳ μέγας εἰ, τοσούτῳ ταπεινοῦ σεαυτόν,
  2. καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν·
  1. ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου
  2. καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
  1. χαλεπώτερά σου μὴ ζήτει.
  2. [*](10 om σοι C | προς ατιμιαν (-μειαν U+05D0) BU+05D0AC 11 μητηρ] μητερ A*ᵛⁱᵈ U+05D0ΑC (η 2⁰ sup ras Aᵃ) 16 γηρι Ctxt (- ρει Ccoᵐᵐᵃ) | τη ζωη] παση ισχυι U+05D0* (τη ζ. U+05D0c.ᵃ) | αυτου] σου U+05D0* (αυτ. U+05D0c.ᵃ) 13 καν] και εαν U+05D0AC | απολιπη U+05D0 απολειπης C | συγγνωμην] συlγνωμην A συνγνωμην C | ατιμησης C 14 πατρος] + σου (om σου U+05D0?) | προσανοικοδομησεται U+05D0 15 om σου 1° U+05D0* (superscr U+05D0¹) | αναμνησθησεται] σσησε sup ras A? | επι] εν U+05D0* (επι U+05D0c.ᵃ) | αναλυθησονται] αναφθησονται U+05D0* (αναλυθ. U+05D0c.ᵃ ) 16 ενκαταλιπων U+05D0C | πατερα] μρα C | και κεκατηραμενος] και κατηραμενος (? καικατ.) U+05D0C υπο] παρα A 17 τα εργα σου εν πραατητι A | διεξαγαγε U+05D0* (διεξαγε U+05D0c.ᵃ) 18 χαριν] + πολλοι εισιν υψ ηλοι κ ητιδοξρι· αλλα πραεσιν αποκαλυπτι (-τει U+05D0c.ᵃ) τα μυστηρια αυτου U+05D0c.ᵃ 20 λιφο α U+05D0AC | του κυριου] om του U+05D0AC 21 χαλεπωτερα] βαθυτερα U+05D0c.ᵃ)
    650
    [*](Β)
  3. καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε.
  1. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ·
  2. (23)οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.
  1. ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου·
  2. (25) πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
  1. πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,
  2. καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.
  1. καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται·
  2. καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων,
  3. καρδία σκληρὰ βαρυνθήσεται ἐπʼ ἐσχάτων.
  1. καρδία σκληρὰ βαρυνθήσεται πόνοις,
  2. καὶ ὁ ἁμαρταυλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.
  1. ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις,
  2. φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.
  1. καρδία συνετοῦ διανοηθήσεται παραβολήν,
  2. καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
  1. πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ,
  2. καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.
  1. ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα,
  2. καὶ ἐν καιρῷ πτώσεαως εὑρήσει στήριγμα.