Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ,
  2. καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
  1. οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ
  2. καὶ εἰς εὐφροσύυην αἰῶνος καὶ ἐλέους.
  1. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·
  2. τίς ἐνεπίστευσεν Κυρίῳ καὶ κατῃσχύνθη;
  3. (12)ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθης
  4. ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
[*](ΙΙ 1 om θεω U+05D0ΑC 3 ινα αυξηθης] και αυξηθησεται U+05D0* (ινα αυξηθης U+05D0AC U+05D0c.ᵃ) | om σου U+05D0* (hab c.ᵃ) 4 αλαγμασιν C 5 οτι] τι (pr ο U+05D0¹) | om καμινω C | ταπεινωσεως] + εν νοσοις και πενια (πενια· U+05D0c.c) επ αυτω πεποιθως γεινου (γείνου· U+05D0c.c) U+05D0c.ᵃ 6 ευθυνον] pr και U+05D0* (improb και U+05D0c.ᵃ ) A | ελπισον επ αυτον sup ras Bᵃ 7 τον κυριον] om τον C | om ινα U+05D0* (hab U+05D0c.ᵃ) 8 Κυριον] pr τον U+05D0 9 Κυριον] pr τον U+05D0C | ελεους] + οτι δοσις αιωνια μετα χαρας το ανταποδομα αυτου U+05D0c.ᵃ 10 ενεπιστευσεν] επι- στευσεν U+05D0c.ᵃ | Κυριω] pr τω U+05D0* (on2 τω U+05D0?) | om και 2⁰ U+05D0c.ᵃ | κατησχυνθηι B* (ι non inst Bᵇ) | εγκατελειφθη Bᵃᵇ (-λιφδη B*)] ενκατελειφθη A (-λιφθη U+05D0C) επεκαλεσατι U+05D0* (-το U+05D01c.c) | υπεριδεν C)
648
[*](B)
  1. διότι οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριρς,
  2. καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
  1. οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις,
  2. καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
  1. οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
  2. διὰ τοῦτο οὐ σκεπασθήσεται.
  1. οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
  2. καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;
  1. οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ,
  2. καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
  1. οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
  2. καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
  1. οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν,
  2. καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
  1. ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
  2. (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
  1. Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα,
  2. καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.
  1. ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις,
  2. καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.
  1. ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·
  1. καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
  1. ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων,
  2. καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ·
  3. καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
  1. ὁ δοξάζων πατέρα μακροημερεύσει,
  2. καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,
  1. καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
[*](U+05D0AC)[*](11 οικτιρμων BᵃᵇU+05D0 | ο κυριος] + μακροθυμος κ πολυελεος U+05D0c.ᵃ | αφησιν C *ᵛⁱᵈ (superscr ι C?) 12 χερσι C 13 ου πιστευει] ουκ εμπιστευει U+05D0 14 απολωλεκοσι U+05D0A | την υπομονην] om την C | ο κυριος] om ο U+05D0* (superscr ο U+05D0¹) 15 Κυριον] pr τον U+05D0c.ᵃC | ουκ απειθησουσιν (-σι C) ρηματων] ουκ απ. των ρ. U+05D0* (improb των U+05D0c.ᵃ ) ζητησουσιν ευδοκιαν A | οδους] εντολας U+05D0c.ᵃ 16 Κυριον] pr τον U+05D0c.ᵃC | του νομου] om του U+05D0C 17 Κυριον] pr τον U+05D0c.ᵃ 18 μεγαλοσυνη C | το ελεος] pr πολυ U+05D0c.ᵃ III 3 εξιλασκεται U+05D0c.ᵃ (εξειλ.) AC 4 ο αποθησαυριζων] om ο ΑC ητερα] μητε sup ras B? 5 υπο τεκνων] επι τεκνοις C | και ως...αυ U+05D0c.ᵃ) unc incl B?¹ᵃ>?ᵇ om U+05D0AC | ο δοξα- ζων] om ο B* (superscr B¹⁽ᵛⁱ)ᵈ) μακροημερευσαι C 7 om εν U+05D0c.ᵃ)
649
  1. ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου,
  2. [*](B)
  3. (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·
  1. εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων,
  2. κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.