Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπʼ ἐμοῦ·
- κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με.
- καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με.
- Παιδεία στόματος.
- Παιδείαν στόματος ἀκούσατε, τέκνα,
- καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ·
690
[*](B)- ἐν τοῖς χείλεσιν αὐτοῦ ⁸καταλεμμφθήσεται
- ἁμαρτωλὸς καὶ λοίδορος καὶ ὑπερήφανος·
- σκανδαλισθήσονται ἐν αὐτοῖς.
- ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου,
- (10)καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.