Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Τἰς δώσει μοι ἐπὶ στόμα μου φυλακὴν
- καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον.
- ἵνα μὴ πέσω ἀπʼ αὐτῆς,
- καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;
- Κύριε, πάτερ καὶ δέσποτα ζωῆς μου.
- μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν,
- μὴ ἀιφῆς με πεσεῖν ἐν αὐτοῖς.
- τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας.
- καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας,
- ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται,
- καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν·
- ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου,
- καὶ αἱ ἁμαρτίαι μου πλεονάσαωσιν,
- καὶ πεσοῦμαι ἔναντι τῶυ ὑπεναντίων,
- καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου
- Κύριε, πάτερ καὶ θεὲ ζωῆς μου,
- (5)μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.