Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς
- ἀπὸ μώλωπος οὐκ ἐλατπαοθήσεται,
- οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς
- ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
- ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας,
- καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ·
- (13)ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ,
- κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς·
- (14)καὶ εἰ διὰ κενῆς μοσεν, οὐ δικαιωθήσεται,
- πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.
- ἔστιν λέξις ἀντιπεριβεβλημένη θανάτῳ,
- μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ·
- (16)ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται,
- καὶ ἐν ἁμαρτίαις οὐκ ἐνκυλισθήσονται.
- ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου·
- ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.
- μνήσθητι πατρὸς καὶ μητρός σου,
- ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύει·
- (19)μή ποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν,
- καὶ τῷ ἐθισμῷ σου μωρανθῇς,
- καὶ θελήσεις εἰ μὴ ἐγεννήθης,
- καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου μὴ καταράσῃ.