Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται,
  2. καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται.
  1. οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα
  2. καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου·
  1. πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησεν,
  2. καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησεν·
  3. καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη,
  4. ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.
  1. αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται,
  2. καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται·
  1. διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν,
  2. καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσιν καρπόν·
[*](16 καταποθη] καταπιη τι U+05D0c.a 17 τελευτεσει A 18 ανθρωπος] U+05D0A +πορνος A | κλινης] κοιτης A | om εν A | τη ψυχη] om τη U+05D0* (hab τη U+05D0c.a) | οι τοιχοι] om οι U+05D0* (hab οι U+05D0c.a) | και ουθεις...ευλαβουμαι] pr asterisc U+05D0c.a | τι] τινα A | ο υψιστος] οψιστος U+05D0* (ο υφ. U+05D0c.a 19 πασας] pr επι U+05D0c.a | om εις A 20 κτισθηναι (-θεναι A)] κτ sup ras Bᵃᵇ | συντελεσθηναι] τελε- σθηναι A 21 ου] ος A | πιασθησεται] κολασθησες A 22 καταλει- πουσα A 2B Υψιστω A | εαυτης] αυτης U+05D0A | πορνια U+05D0 | εξ] pr και U+05D0A 24 αυτης] αυτη B (-της Bᵃ? b(vid)) 25 ου δωσουσιν] ουκ οισουσιν U+05D0A)
692
[*](B)
  1. καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς,
  2. καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·
  1. καὶ ἐπιγνώσονται οἵ καταλειφθέντες
  2. ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου,
  3. καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.
  4. Αἵνεσις σοφίας.