Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μνήσθητι πατρὸς καὶ μητρός σου,
  2. ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύει·
  3. (19)μή ποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν,
  4. καὶ τῷ ἐθισμῷ σου μωρανθῇς,
  5. καὶ θελήσεις εἰ μὴ ἐγεννήθης,
  6. καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου μὴ καταράσῃ.
  1. ἄθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ
  2. ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.
  1. Δύο εἴδη πληθύνουσιν ἁμαρτίας.
  2. καὶ τὸ τρίτον ἐπάξει ὀργήν·
  3. [*](U+05D0A)[*](7 εν] pr ουτε U+05D0c.a 8 λοιδοριαι U+05D0* (λοιδορος U+05D0 c.a) 9 αγιου] υψιστου U+05D0 c.aA | post μη 2⁰ 2 fere litt ras A? 10 ονομαζων] pr ο U+05D0A | δια παντος] + το ονομα κυ U+05D0c.a A 11 μαστιγξ U+05D0 | καν] και εαν U+05D0 | υπερειδη A κενης] καινης U+05D0 12 εγκυλισθησονται Bᵃᵇ εκυλισθησονται A* (ενκυλ. A a) 13 απαιδευσια U+05D0 c.a | εθισῃς U+05D0* (συνεθισης U+05D0 c.a) 14 πατρος] + σου U+05D0Α | συνεδρευεις BcA συνεδρευσεις U+05D0 | om μη 3⁰ U+05D0Α | om καταρασῃ A 16 πλη- θυνωσιν A)
    691
  4. (22)ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον,
  5. οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ·
  6. (23)ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ,
  7. οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ·
  1. ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς,
  2. οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ·
  1. ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ,
  2. λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ;
  3. (26)σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν,
  4. καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαις;
  5. τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.
  1. καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ,
  2. (28)καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου
  3. φωτεινότεροι,
  4. ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων
  5. καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.
  1. πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ,
  2. οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.