Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς,
  2. καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
  1. ἐν ἐκκλησίὰ Ὑψἰστου στόμα αὐτῆς ἀνοίξει.
  2. καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
  1. Ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον,
  2. (6)καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
  1. ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
  2. καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
  1. γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη,
  2. καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
  1. ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ,
  2. (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·
  1. μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα,
  2. καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις