Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Παιδείαν στόματος ἀκούσατε, τέκνα,
  2. καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ·
[*](23 συγκληρονομησῃς B cA A 25 ουκ αισχυνθησομαι] ου κατεσχυνθ. U+05D0* U+05D0A (ουκ εσχυνθ. U+05D0 c.a) 26 συμβησεται] συμβη Bᵃᵇ (improb et unc incl σεται) συνεβη U+05D0* (συνθεῃ U+05D0 c.a) συμβεβηκεν A | ο ακουων] om ο A 27 om μοι U+05D0A | στομα] τω στοματι U+05D0 c.a ᵃ στοματι A | πανουργων U+05D0A X XXIII 1 πα- τερ] πηρ A | δεσποτα] θε A | εγκαταλειπῃς A | μη 2⁰] pr και  U+05D0 c.a A 2 επι- στήσει] επιστησε U+05D0? (ras ι 2⁰) επιστησῃ A | παιδιας A | και ου μη...αυτων] pr asterisc U+05D0 c.a | ουτων] ω sup ras Aᵃ 3 πληθυνθωσιν U+05D0A 4 μετεωρισμον] ρ sup ras Aa 6 κοιλιας A | αναιδη A 7 om tit U+05D0A | παιδιαν U+05D0A)
690
[*](B)
  1. ἐν τοῖς χείλεσιν αὐτοῦ ⁸καταλεμμφθήσεται
  2. ἁμαρτωλὸς καὶ λοίδορος καὶ ὑπερήφανος·
  3. σκανδαλισθήσονται ἐν αὐτοῖς.
  1. ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου,
  2. (10)καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.
  1. ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς
  2. ἀπὸ μώλωπος οὐκ ἐλατπαοθήσεται,
  3. οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς
  4. ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
  1. ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας,
  2. καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ·
  3. (13)ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ,
  4. κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς·
  5. (14)καὶ εἰ διὰ κενῆς μοσεν, οὐ δικαιωθήσεται,
  6. πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.
  1. ἔστιν λέξις ἀντιπεριβεβλημένη θανάτῳ,
  2. μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ·
  3. (16)ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται,
  4. καὶ ἐν ἁμαρτίαις οὐκ ἐνκυλισθήσονται.
  1. ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου·
  2. ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.