Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἄθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ
- ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.
- Δύο εἴδη πληθύνουσιν ἁμαρτίας.
- καὶ τὸ τρίτον ἐπάξει ὀργήν· [*](U+05D0A)[*](7 εν] pr ουτε U+05D0c.a 8 λοιδοριαι U+05D0* (λοιδορος U+05D0 c.a) 9 αγιου] υψιστου U+05D0 c.aA | post μη 2⁰ 2 fere litt ras A? 10 ονομαζων] pr ο U+05D0A | δια παντος] + το ονομα κυ U+05D0c.a A 11 μαστιγξ U+05D0 | καν] και εαν U+05D0 | υπερειδη A κενης] καινης U+05D0 12 εγκυλισθησονται Bᵃᵇ εκυλισθησονται A* (ενκυλ. A a) 13 απαιδευσια U+05D0 c.a | εθισῃς U+05D0* (συνεθισης U+05D0 c.a) 14 πατρος] + σου U+05D0Α | συνεδρευεις BcA συνεδρευσεις U+05D0 | om μη 3⁰ U+05D0Α | om καταρασῃ A 16 πλη- θυνωσιν A)
- (22)ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον,
- οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ·
- (23)ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ,
- οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ·
691
- ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς,
- οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ·
- ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ,
- λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ;
- (26)σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν,
- καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαις;
- τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.
- καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ,
- (28)καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου
- φωτεινότεροι,
- ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων
- καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.