Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ,
- (13)καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.
- §12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος· [*](§C)
- (15)ἔστιν πανουργία πληθύνουσα πικρίαν.
- γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται,
- καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
- ἔγκατα μωροῦ ὡς ἅγγιον συντετριμμένον,
- καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
- λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, [*](ΧX Ι 1 2 λεοντες U+05D0* (-τος U+05D0c.a) 3 τη πληγη] pr και A 4 καταπληγμος U+05D0ΑC και] κακων πλῆθος κ Bᵃ? c? ? ᵐᵍ | υπερηφανων U+05D0c.aA 5 στοματος εως] τος εως sup litur B?ᵛⁱᵈ 6 ελεγμον] ελεγχον A | ιχνη B? | αμαρτωλου] retract aliq B? | Κυριον] τον θν A 7 ολισθαινειν U+05D0c.a ⁽ᵛⁱᵈ) 8 συναγων] pr ο U+05D0 | τους λιθους αυτου U+05D0Α 9 στυππιον A | συναγωγη] υνα sup litur Bᵃ εισαγωγη A 10 εσχατω] εσχατου U+05D0 εσχατω| A 11 κατακρατει] κατακρατησει U+05D0 | om του εννοηματος αυτου (hab τ. νοηματος αυτ. U+05D0c.a) | συντελια U+05D0 12 εστιν 2⁰] δε U+05D0Α AC | πανουργεια A | πικριαν] παιδιαν)
- αἰνέσει αὐτὸν καὶ ἐπʼ αὐτὸν προσθήσει·
- ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ,
- καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
686
[*](B)- ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον,
- ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
- στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ.
- καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.
- ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία,
- καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
- πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία,
- καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
- μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ,
- ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.