Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τέκνον, ἥμαρτες μὴ προσθῇς μηκέτι,
  2. [*](U+05D0A)[*](19 απαιδευτου U+05D0 22 απολει] απολλυει A 24 ψευδος] pr το U+05D0c.a 25 om η A | ενδελεχιζων] pr ο BᵃᵇU+05D0 | απωλειαν BᵃᵇA 26 φευδος BᵃᵇA 27 προαξει εαυτον] προσαξεις αυτον Avid | αρεσκει U+05D0* (αρεσει U+05D0c.a ) 28 θει- μωνιων A* ᵛⁱᵈ (θειμωνιαν A?vⁱᵈ) | αδικιας A 29 αποτρεμει A 30 ωφελια U+05D0 31 κριττων U+05D0 A | αποκρυπτων 2⁰] αποκαλυπτων U+05D0)
    685
  3. καὶ περὶ τῶν προτέρων σου δεήθητι.
[*](Β)
  1. ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας·
  2. ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε·
  3. (3)ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς,
  4. ἀναιροῦντες ψυχὰς ἀνθρώπων.
  1. ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία,
  2. τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
  1. καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον,
  2. οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.
  1. δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ,
  2. καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
  1. μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ,
  2. καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
  1. γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ,
  2. ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν.
  1. ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις
  2. ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
  1. στιππύον συνηγμένον συναγααωγὴ ἀνόμων,
  2. καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
  1. ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων,
  2. καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.