Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία,
- καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
- ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν,
- ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώἄφρων
- ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν,
- ἀνήρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
- ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν,
- ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
- χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται,
- λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.
- ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν,
- καρδία δὲ σοφῶν στόμα αὐτῶν.
- ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν
- αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
687
- μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων.
- καὶ ἐν παροικήσει μισηθήσεται.
- Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός.
- καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
- βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός.
- πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.