Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην,
- καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτὴν.
- ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ,
- καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
- μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος,
- ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
- αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει,
- ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν.
- ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία,
- καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς
- Λόγοι παραβολῶν.
- Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν,
- καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν·
- ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ,
- καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδίκαν.
- ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν,
- καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.
- σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
- τίς ὠφέλεια ἐν ἀμφοτέροις;
- κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μαωρίαν αὐτοῦ
- ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.