Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἔστιν ἔλεγχος ὁς οὐκ ἔστιν ὡραῖος,
- καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος.
- Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι,
- καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται.
683
- ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, [*](B)
- οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
- ἔστιν σιωπῶν εὑρισκομενος σοφός,¶ [*](¶C)
- καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.
- ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν,
- καὶ ἔστιν σιωπῶν, εἰδὼς καιρόν.
- ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῖ,
- ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.
- ὁ πλεονάζων λόγῳ βδελυχθήσεται,
- καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται.
- Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί,
- καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν.
- ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι,
- καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν.
- ἔστιν ἐλάττωσις ἕνεκεν δόξης,
- καὶ ἔστιυ ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν.
- ἔστιν ἀγοράζων πολλὰ ὀλίγου
- καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.
- ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει.
- χάριτες δὲ μωρῶν ἐκχυθήσονται.
- δόσις ἄφρονος οὐ λυσιτελήσει σοι,
- οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθʼ ἑνὸς πολλοί
- ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει,
- καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ·
- (16)σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει,
- μισητὸς ἄνθρωπος ὁ τοιοῦτος.
- μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος,
- καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου·
- (18)οἱ ἔσθοντες τὸν ἄρτον μου φαῦλοι γλώσσῃ.
684
[*](B)- ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ ;
- Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης.
- οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.
- ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος·
- ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
- ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή,
- οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
- ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας,
- καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.