Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ,
  2. καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
  1. ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε,
  2. καὶ ἐν καιρῷ μισήσει σε.
  1. ἀκήκοας λόγον ; συναποθανέτω σοι·
  2. θάρσει, οὐ μή σε ῥήξει.
  1. ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός,
  2. ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
  1. βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
  2. οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
  1. Ἔλεγξον φίλον, μή ποτε οὐκ ἐποίησεν,
  2. καὶ εἴ τι ἐποίησεν, μή ποτε προσθῇ.
  1. ἔλεγξον τὸν φίλον, μὴ ποτε οὐκ εἶπεν·
  2. καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
  1. ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή,
  2. (¹⁶)καὶ μὴ παντὶ λόγῳ πίστευε.
  1. ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς,
  2. [*](2 τολμηροτερος] τολμηρος U+05D0C 3 σηπη] σητες Bb σηπες U+05D0* (σγπη U+05D0ΑC U+05D0c.a) | αυτον] την γηνU+05D0* (αυτ. U+05D0c.a) | τολμηρας U+05D0* (-ρα U+05D0c.a) 4 ο ταχυ] om ο U+05D0* (hab ο U+05D01 ᵛⁱᵈ ᵐᵍ) | εμπιστευων BᵃᵇU+05D0A | πλημμελει U+05D0* (-λησει U+05D0c.a) 5 καρδια] πονηρα U+05D0* (καρδ. U+05D0c.a) 6 ελαττονουται] ελαττουται U+05D0 | κακια] καρδια A 7 μηδεποτε] μηποτε U+05D0 | λογον] + εν ευχη U+05D0c.a | ουδεν C | ελατ- τονηθη A 8 om εν 2⁰ U+05D0ΑC 9 ακηκοα U+05D0* (-κοεν U+05D0¹) | σου γαρ | μι- σησει] μασησει A 10 λογον] λεγων U+05D0* (λογον U+05D0c.a ) | συναποθανειτω C | θαρση A 12 πεπηγως U+05D0C | μηρω] η sup ras 1 vel 2 litt Aᵃ 13 ελεγ- χον C | εποιησε (1⁰) C 13-14 om και ει τι...ουκ ειπεν A 13 ει] η C | om τι U+05D0c.a | μη 2⁰] pr ινα U+05D0 | om ποτε 2⁰ U+05D0 14 ελεγχον C* ᵛⁱᵈ (-ξον Cᵃ); item 15 | φιλον] πλησιον U+05D0C | ει] η U+05D0AC | δευτερωσει A 15 δια- βολη] αβολη (sic) A 16 εστι C | ολισθαινων U+05D01?c.aC (-σθενων))
    682
    [*](B)
  3. (17)καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
  1. ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι,
  2. (18)καὶ δὸς τόπον νόμῳ Ὑψίστου.
  1. Πᾶσα σοφία φόβος Κυρίου,
  2. καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου.
  1. καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη,
  2. καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
  1. ἔστιν πονηρία καὶ αὕτη βδέλυγμα,
  2. καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.
  1. κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος
  2. ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
  1. ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος,
  2. καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
  1. ἔστιν πονηρευόμενος συνκεκυφὼς μελανίᾳ,
  2. καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·
  1. συνκύφων πρόσωπον καὶ ἑτεροκαωφῶν,
  2. ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε·
  1. καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν,
  2. ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.
  1. ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ,
  2. καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
  1. στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου
  2. ἀναγγέλλει τὰ περὶ αὐτοῦ.