Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην,
  2. καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτὴν.
  1. ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ,
  2. καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
  1. μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος,
  2. ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
  1. αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει,
  2. ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν.
  1. ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία,
  2. καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς
  3. Λόγοι παραβολῶν.
  1. Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν,
  2. καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν·
  1. ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ,
  2. καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδίκαν.
  1. ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν,
  2. καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.
  1. σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  2. τίς ὠφέλεια ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μαωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
  1. Τέκνον, ἥμαρτες μὴ προσθῇς μηκέτι,
  2. [*](U+05D0A)[*](19 απαιδευτου U+05D0 22 απολει] απολλυει A 24 ψευδος] pr το U+05D0c.a 25 om η A | ενδελεχιζων] pr ο BᵃᵇU+05D0 | απωλειαν BᵃᵇA 26 φευδος BᵃᵇA 27 προαξει εαυτον] προσαξεις αυτον Avid | αρεσκει U+05D0* (αρεσει U+05D0c.a ) 28 θει- μωνιων A* ᵛⁱᵈ (θειμωνιαν A?vⁱᵈ) | αδικιας A 29 αποτρεμει A 30 ωφελια U+05D0 31 κριττων U+05D0 A | αποκρυπτων 2⁰] αποκαλυπτων U+05D0)
    685
  3. καὶ περὶ τῶν προτέρων σου δεήθητι.
[*](Β)
  1. ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας·
  2. ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε·
  3. (3)ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς,
  4. ἀναιροῦντες ψυχὰς ἀνθρώπων.
  1. ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία,
  2. τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
  1. καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον,
  2. οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.
  1. δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ,
  2. καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
  1. μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ,
  2. καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
  1. γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ,
  2. ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν.
  1. ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις
  2. ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
  1. στιππύον συνηγμένον συναγααωγὴ ἀνόμων,
  2. καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
  1. ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων,
  2. καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.