Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων,
  2. καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
  1. στέφανος σοφίας φόβος Κυρίου,
  2. ἀναθάλλων εἰρήνην καὶ ὑγείαν ἰάσεως.
  1. καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,
  2. (24)ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν,
  3. καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
  1. ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον.
  2. καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
  1. Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι·
  2. ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
  1. ἕως καιροῦ ἀνθέξεται μακρόθυμος,
  2. καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
  1. ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,
  2. καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
  1. ἐν θησαυροῖς σοφίας παραβολὴ· ἐπιστήμης,
  2. βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
  1. ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς,
  2. καὶ Κύριος χορηγήσει σοι αὐτήν.
  1. σοφία γὰρ καὶ παιδεία φόβος Κυρίρυ,
  2. καὶ ἡ εὐδοκία αὐτοῦ (35)πίστις καὶ πρᾳότης.
  1. μὴ ἀπειθήσῃς φόβῳ Κυρίου,
  2. καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
  1. μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπαν,
  2. καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
[*](U+05D0AC)[*](15 εμπιστευθησεται] εμπιστευει U+05D0* (-τευθησεται U+05D0c.ᵃ) 16 αυτους] αυτην U+05D0* (-τους U+05D0c.ᵃ) A* fort (ους sup ras Aᵇ) 17 ενπλησει A | αποδοχια B*AC (-χεια BᵃᵇU+05D0) 18 υγειαν (- γιαν B* U+05D0c)] υγιειαν BᵃᵇᵛⁱᵈA | ιασεως] αιωνος U+05D0c.ᵃ 19 ιδεν A | αυτης] αυτην U+05D0C 20 μακροημευευσουσῑ l U+05D0* (-σις U+05D0c.ᵃ⁽ᵛⁱᵈ), c.c ) 22 ροπη] οργη U+05D0* (ρ. U+05D0c.ᵃ) | om αυτου U+05D0* (hab U+05D0c.ᵃ ) 23 αυτω αναδωσει) αυτω αναδιδωσιν U+05D0c.ᵃ c.c (αυτ. αναδαωσ. U+05D0*) αναδωσει αυτω C | ευφροσυνην U+05D0* (ras ν U+05D0?) AC 24 κρυφει] κα incep U+05D0* (κρ. U+05D0¹) | πιστων] πολλων U+05D0A 25 παραβολαι U+05D0 | αμαρτωλου A | θεοσεβια AC 26 Κυριος] pr ο U+05D0 27 παιδια U+05D0AC | ευδοξια U+05D0* (-κια U+05D0c.ᵃ) | πραυτης U+05D0AC 28 απειθησῃς] απιστησῃς U+05D0 29 στοματι U+05D0 | τοις χειλεσιν] om τοῖς C)
647
  1. μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς
  2. [*](B)
  3. καὶ ἐπαγάγῃς· τῇ ψυχῇ σου ἀτιμίαν,
  4. (39)καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου.
  5. καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε,
  6. (40)ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου,
  7. καὶ ἡ καρδία σου πλήρης δόλου.
  1. Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ,
  2. ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
  1. εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον,
  2. καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
  1. κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,
  2. ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.
  1. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι,
  2. καὶ ἐν ἀλλάγμασιν ταπεινώσεως σου μακροθύμησον·
  1. ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός,
  2. καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεαως.
  1. πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου·
  2. εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.
  1. οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ,
  2. καὶ μὴ ἐκκλινητε, ἵνα μὴ πέσητε.