Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος
  2. ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
  1. ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος,
  2. καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
  1. ἔστιν πονηρευόμενος συνκεκυφὼς μελανίᾳ,
  2. καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·
  1. συνκύφων πρόσωπον καὶ ἑτεροκαωφῶν,
  2. ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε·
  1. καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν,
  2. ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.
  1. ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ,
  2. καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
  1. στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου
  2. ἀναγγέλλει τὰ περὶ αὐτοῦ.
  1. ἔστιν ἔλεγχος ὁς οὐκ ἔστιν ὡραῖος,
  2. καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος.
  1. Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι,
  2. καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται.
[*](U+05D0AC)[*](16 ημαρτεν] ημαρτησεν Bᵃᵇ U+05D0 17 om σου U+05D0 | νομον C 20 φο- βος] παρα C | ποιησεις ACᵃ 22 om οπου U+05D0* (hab U+05D0c.a ) AC 23 αυτη] λυτη U+05D0edit 24 κρειττων] των sup ras A (και A* ᵛⁱᵈ) κρισ- σων | ηττωμενος] ηλαττωμενος Bᵃᵇ | φρονησει] συνεσει A 26 συγκε- κυφως Bᵃᵇ | πληρης] πληρη BᵇᵍU+05D0* (-ρης U+05D0c.a ) πληρεις A 27 συνκυφων (συγκ. BᵃᵇAC)] συνκρυφων B*U+05D01 fort c.a | επεγνωσθη] εγνωσθη C 28 om και U+05D0* (hab κ U+05D0c.a) | κωλυθης | κακοποιησει] κακοπ. σε sup ras et in mg Aᵃ 29 απο 1⁰] pr [κ]αι C* (om και Cᵃ) | ανηρ| νοημῶ U+05D0* (ανηρ U+05D0c.a) 30 βηματα] βημα ποδος U+05D0c.a βημα C | αναγγελει U+05D0AC (-λι) + σοι C | αυτου] εμου A | σιωπων sup ras Cᵃ (τις σιγων C* fort) XX 2 θυμουσθαι sup ras Bᵃᵇ | ελλαττωσις C | κωλυσθησεται C)
683
  1. ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα,
  2. [*](B)
  3. οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
  1. ἔστιν σιωπῶν εὑρισκομενος σοφός,¶
  2. [*](¶C)
  3. καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.
  1. ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν,
  2. καὶ ἔστιν σιωπῶν, εἰδὼς καιρόν.
  1. ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῖ,
  2. ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.
  1. ὁ πλεονάζων λόγῳ βδελυχθήσεται,
  2. καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται.
  1. Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί,
  2. καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν.
  1. ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι,
  2. καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν.
  1. ἔστιν ἐλάττωσις ἕνεκεν δόξης,
  2. καὶ ἔστιυ ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν.
  1. ἔστιν ἀγοράζων πολλὰ ὀλίγου
  2. καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.
  1. ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει.
  2. χάριτες δὲ μωρῶν ἐκχυθήσονται.
  1. δόσις ἄφρονος οὐ λυσιτελήσει σοι,
  2. οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθʼ ἑνὸς πολλοί