Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἐργάτης μέθυσος οὐ πλουτισθήσεται·
- ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
681
- οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, [*](Β)
- καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
- σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν,
- καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
- ὁ ταχὺ ἐνπιστεύων κοῦφος καρδίᾳ,
- καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
- ὁ εὐφραινόμενος καρδίᾳ καταγναωσθήσεται,
- καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
- μηδέποτε δευτερώσῃς λόγον,
- καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
- ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ,
- καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
- ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε,
- καὶ ἐν καιρῷ μισήσει σε.
- ἀκήκοας λόγον ; συναποθανέτω σοι·
- θάρσει, οὐ μή σε ῥήξει.
- ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός,
- ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
- βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
- οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
- Ἔλεγξον φίλον, μή ποτε οὐκ ἐποίησεν,
- καὶ εἴ τι ἐποίησεν, μή ποτε προσθῇ.
- ἔλεγξον τὸν φίλον, μὴ ποτε οὐκ εἶπεν·
- καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
- ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή,
- (¹⁶)καὶ μὴ παντὶ λόγῳ πίστευε.
- ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς, [*](2 τολμηροτερος] τολμηρος U+05D0C 3 σηπη] σητες Bb σηπες U+05D0* (σγπη U+05D0ΑC U+05D0c.a) | αυτον] την γηνU+05D0* (αυτ. U+05D0c.a) | τολμηρας U+05D0* (-ρα U+05D0c.a) 4 ο ταχυ] om ο U+05D0* (hab ο U+05D01 ᵛⁱᵈ ᵐᵍ) | εμπιστευων BᵃᵇU+05D0A | πλημμελει U+05D0* (-λησει U+05D0c.a) 5 καρδια] πονηρα U+05D0* (καρδ. U+05D0c.a) 6 ελαττονουται] ελαττουται U+05D0 | κακια] καρδια A 7 μηδεποτε] μηποτε U+05D0 | λογον] + εν ευχη U+05D0c.a | ουδεν C | ελατ- τονηθη A 8 om εν 2⁰ U+05D0ΑC 9 ακηκοα U+05D0* (-κοεν U+05D0¹) | σου γαρ | μι- σησει] μασησει A 10 λογον] λεγων U+05D0* (λογον U+05D0c.a ) | συναποθανειτω C | θαρση A 12 πεπηγως U+05D0C | μηρω] η sup ras 1 vel 2 litt Aᵃ 13 ελεγ- χον C | εποιησε (1⁰) C 13-14 om και ει τι...ουκ ειπεν A 13 ει] η C | om τι U+05D0c.a | μη 2⁰] pr ινα U+05D0 | om ποτε 2⁰ U+05D0 14 ελεγχον C* ᵛⁱᵈ (-ξον Cᵃ); item 15 | φιλον] πλησιον U+05D0C | ει] η U+05D0AC | δευτερωσει A 15 δια- βολη] αβολη (sic) A 16 εστι C | ολισθαινων U+05D01?c.aC (-σθενων))
- (17)καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
682
[*](B)- ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι,
- (18)καὶ δὸς τόπον νόμῳ Ὑψίστου.
- Πᾶσα σοφία φόβος Κυρίου,
- καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου.
- καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη,
- καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
- ἔστιν πονηρία καὶ αὕτη βδέλυγμα,
- καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.