Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει,
  2. καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ·
  3. (16)σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει,
  4. μισητὸς ἄνθρωπος ὁ τοιοῦτος.
  1. μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος,
  2. καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου·
  3. (18)οἱ ἔσθοντες τὸν ἄρτον μου φαῦλοι γλώσσῃ.
[*](4 αποπαρθενωσεν C | om εν U+05D0* (hab U+05D0c.a) 6 om και U+05D0* (hab κ U+05D0c.a) | U+05D0ΑC ειδως καιρον] ιδως (sic) καιρ sup ras Aa (ουκ ιδ. A *fort) 7 σιγησει] σιω- πησει U+05D0 | λαπιστης] adnot ψεύστης Bᵃ mg | αφρων] αφιων A | καιρον] καιρω U+05D0* (- ρον U+05D0c.a ) 8 λογον A | εξουσιαζομενος A 9 ευοδια] ευωδια A 11 ελαττωσις] ελαττων A | ταπεινως (sic) A 12 αγοραζων] pr ο A | απο- τηννυων A | επταπλασια U+05D0 13 λογοις U+05D0Α | ante ποιησει ras 1 lit A? | μωρων εκχ.] ων ε sup ras B¹fort 15 απαιτησει] αποτισει A 16 om μοι A | μου 1⁰] αυτου U+05D0* (μ. U+05D0c.a) | γλωσσης U+05D0* (- σση U+05D0c.a))
684
[*](B)
  1. ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ ;
  1. Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης.
  2. οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.
  1. ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος·
  2. ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
  1. ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή,
  2. οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
  1. ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας,
  2. καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.
  1. ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην,
  2. καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτὴν.
  1. ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ,
  2. καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
  1. μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος,
  2. ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
  1. αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει,
  2. ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν.
  1. ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία,
  2. καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς
  3. Λόγοι παραβολῶν.
  1. Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν,
  2. καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν·
  1. ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ,
  2. καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδίκαν.
  1. ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν,
  2. καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.
  1. σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
  2. τίς ὠφέλεια ἐν ἀμφοτέροις;
  1. κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μαωρίαν αὐτοῦ
  2. ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
  1. Τέκνον, ἥμαρτες μὴ προσθῇς μηκέτι,
  2. [*](U+05D0A)[*](19 απαιδευτου U+05D0 22 απολει] απολλυει A 24 ψευδος] pr το U+05D0c.a 25 om η A | ενδελεχιζων] pr ο BᵃᵇU+05D0 | απωλειαν BᵃᵇA 26 φευδος BᵃᵇA 27 προαξει εαυτον] προσαξεις αυτον Avid | αρεσκει U+05D0* (αρεσει U+05D0c.a ) 28 θει- μωνιων A* ᵛⁱᵈ (θειμωνιαν A?vⁱᵈ) | αδικιας A 29 αποτρεμει A 30 ωφελια U+05D0 31 κριττων U+05D0 A | αποκρυπτων 2⁰] αποκαλυπτων U+05D0)
    685
  3. καὶ περὶ τῶν προτέρων σου δεήθητι.
[*](Β)
  1. ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας·
  2. ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε·
  3. (3)ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς,
  4. ἀναιροῦντες ψυχὰς ἀνθρώπων.
  1. ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία,
  2. τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.