Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ,
- καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ·
- ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε,
- καὶ ὡς προσγελῶν ἐξετάσει σε·
- ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους,
- καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
- συντήρησον καὶ πρόσεχε σφοδρῶς,
- ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
- πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ,
- καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
- πᾶσα σὰρξ κατὰ γένος συνάγεται,
- καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
- τί κοινωνήσει λύκος ἀμνῷ ;
- οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
- τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;
- καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
- κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ·
- οὕτως νομαὶ πλουσίων πτωχοί.
- βδέλυγμα ὑπερηφάνῳ ταπεινότης,
- οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
- πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων,
- ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλαων.
- πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες,
- ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν·
- (27)ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ,
- ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
- ετλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν,
- καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶυ νεφελῶν·
- (29) πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος;
- κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
- ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία,
- καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν εὐσεβοῦς.
671
- καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, [*](B)
- ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
- ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν,
- καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
- Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ,
- καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·
- μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ,
- καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
- ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος,
- καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;
- ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις,
- καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
- ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται;
- καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.