Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος,
- καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν
- εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ,
- καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
- πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ,
- ἀποστρέφων πρόσαωπον καὶ ὑπερορῶν ψυχάς.
- πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι,
- καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν.
- ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ,
- καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
- Τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτόν,
- καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε·
- μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ,
- καὶ διαθήκη ἅδου οὐχ ὑπεδείχθη σοι·
- πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, [*](25 εαν 1⁰] + τε U+05D0A 26 ευρεσεις A | κοπων U+05D0A X TV 1 στο- U+05D0AC ματι] pr τω A | αμαρτιων U+05D0A 2 μακαριος] + ανηρ A 4 αλλω A* fort (-οις A?) | τρυφησουσιν] εντρυφ. U+05D0c.a 6 βασκανοντος A | εαυ- τον] αυτον U+05D0* (εαυτ. U+05D0¹) 7 εκφανει U+05D0? 8 οφθαλμω] οφθαλμον εαυτου A οφθαλμοις C 9 πλεονεκτου] + δε A | μεριδα A | αναξηραινει U+05D0 (-νι) AC 10 φθονερος] pr ο U+05D0c.a | αριων C | ελλιπης BᵃᵇU+05D0A (?C) 11 σεαυτον] σαυτον A σεαυτω C 12 θανατος] pr ο U+05D0c.a | υποδιχθησεται U+05D0c.a)
- καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.
672
[*](B)- μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.
- καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
- οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου,
- καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;
- δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχὴν σου,
- (17)ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.
- πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται·
- (12)ἡ γὰρ διαθήκη ἀπʼ αἰῶνος Θανάτῳ ἀποθανῇ.
- ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος,
- (19)τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει·
- οὕτως γενεὰ σαρκὸς καὶ αἵματος,
- ἡ μὲν τελευτᾷ, ἑτέρα δέ γεννᾶται.
- τᾶν ἔργον σηπόμενον ἐκλείπει,
- καὶ ὁ ἐργαζόμενος αὐτὸ μετʼ αὐτοῦ ἀπελεύσεται.
- Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει,
- καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται·
- ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ.
- καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται.
- ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής,
- καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε.
- ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς,
- καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·
- ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς,
- καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς·
- στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς,
- καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·