Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἐὸν εὖ ποιῆς, γνῶθι τίνι ποιεῖς,
- καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
- εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα,
- καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.
- οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ
- καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
- δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
- εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ
- ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ,
- ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ·
- (7)διπλάσια γὰρ κακὰ εὑρήσεις
- ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.
- ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς,
- καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
- δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
- Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος,
- καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
668
[*](B)- ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ,
- καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
- μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα·
- ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
- καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συνκεκυφώς,
- ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπʼ αὐτοῦ,
- καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον,
- καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
- μὴ στήσῃς αὐτὸν παρὰ σεαυτόν,
- μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου·
- μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου,
- μή ποτε ζητήσῃ τὴν καθέδραν σου,
- καὶ ἐπʼ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου,
- καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
- τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον
- καὶ πάντας τοὺς προσάγοντας θηρίοις ;
- οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ
- καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
- ὤραν μετὰ σοῦ διαμενεῖ,
- καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
- καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός,
- καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς
- βόθρον·
- (16)ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, [*](§ C)
- §καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφʼ αἵματος·
- κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήκεις αὐτὸν πρότερον ἐκεῖ σου,
- (18)κοὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
- κινήσει τὴν κεφαλὴν αὐτοῦ
- καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ, [*](U+05D0AC)[*](11 συγκεκυφως BᵇU+05D0 | τη ψυχη A | κατιωσεν BU+05D0c.a (καθιωσεν U+05D0*)] κατι- ωται A 12 σεαυτω U+05D0A | ανατρεψας] αναστρεψας U+05D0Α | του τοπου U+05D0c.a | εσχατων U+05D0Α | κατανυγηση] + μη δεσμευσης δις αμαρτιαν| εν γαρ μια ουκ αθω- ωθηση Bᵃᵇ ᵐᵍ sup 13 ελεηση U+05D0 | παντες Β 14 συνφυρομενον (συμφ. BᵇU+05D0)] συμφερομενον A 15 καρτερηση] ρτερηση sup ras Aᵃ 16 γλυ- καινει U+05D0* (-κανει U+05D0?) | εχθρος 1⁰] + και πολλα ψιθυρισει και ερει σοι καλα λεγων Bᵃᵇ ᵐᵍ inf | τη καρδια] om τη U+05D0* (hab τη U+05D0c.a) | βουλευσεται] τ sup ras Aᵃ | ανατρεψαι] αναστρεψαι U+05D0 | om εν 3° U+05D0* (hab U+05D0c.a) | om ουκ C 17 αν] εαν U+05D0A | υπαντησει C | προτερον] ρ 1⁰ sup ras A | σου εκει U+05D0c.a C 18 την κεφαλην αυτου κινησει U+05D0Α (κειν.) C | om αυτου 2⁰ U+05D0* (hab U+05D0c.a))
- καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον [*](B)
- αὐτοῦ.
669