Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Δόσις Κυρίου παραμένει εὐσεβέσιν,¶
- καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.
- ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ,
- καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·
- ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν,
- καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου,
- (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται,
- καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
- στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ,
- καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
- μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ·
- πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·
- (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου·
- τίσαι πένητα.
- εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς,
- καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
- μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,
- καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
- μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,
- καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;
- ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,
- καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
- ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς
- ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
- κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς,
- καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
- πρὸ τελευτῆς μὴ μακάριζε μηδένα,
- καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
- Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου·
- πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
667
- πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ·
- οὕτως καρδία ὑπερηφάνου,
- καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.
- τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει,
- καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
- ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά,
- καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
- πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει,
- μὴ ποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
- ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς
- καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.