Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται,
  2. καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
  1. βάρος ὑπέρ σέ μὴ ἄρης.
  2. καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιαωτέρῳ μὴ κοινώνει.
  3. (³)τί κοινωνήσει χύτρα πρὸς λέβητα;
  4. αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
  1. πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο·
  2. πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
  1. ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί
  2. καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·
  1. ἐὸν ἔχῃς. συμβιώσεταί σοι
  2. καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·
  1. χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε,
  2. καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει
  3. σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;
  1. καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ,
  2. ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς,
  3. καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου·
  4. μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε,
  5. καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
  1. πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ
  2. σου.
  1. προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου,
  2. καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε·
  1. μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς,
  2. καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.
[*](18 διαψιθυρισει] διαψιθυριζει A ψιθυρισει C XIII 1 μολυνθησεται] pr U+05D0AC ου U+05D0* (om ου U+05D0c.a) | ομοιωθησεται] θησ sup ras Aᵃ 8 πλουσιωτερω ( στερω A)] +σου U+05D0A | τι incep αυ U+05D0* (improb αυ U+05D0¹) | χυτρα] κυθρα U+05D0 | αυτη 1° Cᵃ (de C* non liq) | προσκουση (sic) C | αυτη 2⁰] ατη C* (αυτ. Cᵃ) 3 προσδεηθησεται] προσαπιληθησεται U+05D0 4—5 εαν 1⁰.. πονεσει sup ras Cᵃ ( vid duo tantum stich fuisse sed evan omnia) 6 ελπιδαν A | om σοι 3⁰ U+05D0 | ερει] ερις A 7 αποκενωσει U+05D0'Α | εσχατων U+05D0c ᵃ (mox ipse revoc -τω) | καταμωκησεται] adnot καταγε|λάσει ἢl ψέξει Bᵃ ᵐᵍ | καταλειψει] καλυψει U+05D0 8 om μη 2⁰ U+05D0 9 μαλλον] ον sup ras Aᵃ | σε προσκα- λεσεται U+05D0 σε προσκαλεσηg A 10 om ινα 1⁰ U+05D0AC)
670
[*](B)
  1. μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ,
  2. καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ·
  3. ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε,
  4. καὶ ὡς προσγελῶν ἐξετάσει σε·
  1. ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους,
  2. καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
  1. συντήρησον καὶ πρόσεχε σφοδρῶς,
  2. ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
  1. πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ,
  2. καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
  1. πᾶσα σὰρξ κατὰ γένος συνάγεται,
  2. καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
  1. τί κοινωνήσει λύκος ἀμνῷ ;
  2. οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
  1. τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;
  2. καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
  1. κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ·
  2. οὕτως νομαὶ πλουσίων πτωχοί.