Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ,
  2. καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
  1. κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ
  2. αὐτοῦ,
  3. καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες
  4. αὐτὴν.
  1. βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ,
  2. καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
  1. ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς.
  2. καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.
  1. ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός,
  2. καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
  1. Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον,
  2. καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
[*](U+05D0AC)[*](13 καν] και μην U+05D0* (καν U+05D0c.a) | αφειη A | παγιδος A | διαβεννεις C | πο- λεως U+05D0* (-λεων U+05D0c.a) C 14 τους πλησιον] τω πλ. A του πλ. C | συμβου- λευου] βουλευου U+05D0A 15 om και 1⁰ U+05D0AC | διηγησις] pr η U+05D0c.a AC 16 om σου 2⁰ C 17 επαινεθησεται BᵇU+05D0?C (επενεθ.) | λογοις U+05D0* (-γω U+05D0c.a ) 18 πολει] λογω C | πρεπετης A | λογω] ... ω C (ras aliq Cᵃᵛⁱᵈ) X 1 om και C 2 om αυτου 1⁰ U+05D0c.a | om και 1° U+05D0* (hab κ U+05D0c.a) AC | αυτην] αυτης C 4 εξουσια] pr η U+05D0A | εγειρει C 4 —5 inter καιρον et ανδρος ras plus quam 3 stichos C? 5 γραμματεως] pr vid δοξης U+05D0c.a l om αυτου U+05D0c.a 6 μηνισης U+05D0Cᵃᵛⁱᵈ μινησης A)
663
  1. μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία,
  2. [*](B)
  3. καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.
  1. βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται
  2. διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.
  1. τί ὑπερηφανεύεται γῆ καὶ σποδός;
  2. ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.
  1. μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός·
  2. καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
  1. ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ
  2. θηρία, σκώληκας.
  1. ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου,
  2. (15)καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.
  1. ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία,
  2. καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα.
  3. (16)διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς.
  4. καὶ κατέστρεψεν εἰς τέλος αὐτοὺς·
  1. θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος.
  2. καὶ ἐκάθισεν πρᾳεῖς ἀντʼ αὐτῶν·
  1. ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος.
  2. καὶ ἐφύτευσεν ταπεινοὺς ἀντʼ αὐτῶν·
  1. χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος.
  2. καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·
  1. ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς,
  2. καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
  1. οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία,
  2. οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.