Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου,
- μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν
- μὴ δῷς γυναικὶ τὴν ψυχήν σου,
- ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.
- μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ,
- μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.
661
- μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. [*](B)
- μή ποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς.
- παρθένον μὴ καταμάνθανε,
- μή ποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.
- μὴ δῷς πόρναις τὴν ψυχήν σου,
- ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.
- μὴ περιβλέπου ἐν ῥύμαις πόλεως,
- καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.
- ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου.
- καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον·
- (9)ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν,
- καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.
- μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον,
- (13)καὶ μὴ συμβολοκοπήσῃς μετʼ αὐτῆς ἐν οἴνῳ·
- μή ποτε ἐκκλίνῃ ἡ ψυχὴ σου ἐπʼ αὐτήν,
- καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν.
- Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον,
- ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ·
- (15)οἶνος νέος φίλος νέος·
- ἐὰν παλαιωθῇ, μετʼ εὐφροσύνης πίεσαι αὐτόν.
- μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ·
- οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ.
- μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν,
- μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν.
- μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεῦσαι,
- καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· [*](4 ψαλλουσης] superscr λυριζόυσης Bᵃ | ενδελεχιζε] superscr συνήθιζε Bᵃ | U+05D0ΑC αλως] adnot πιασθεῖς Bᵃ ᵐᵍ 5 σκανδαλισθης] σκανδαλιση (σ 1⁰ ex ε ut rid) σε U+05D0 6 ινα μη απολ. την κλ. σου] ινα μη ατιμαζωνται οι προγονοι σου U+05D0* (hab ινα μη απολ. τῆ κλ. σου U+05D0c.a ) 7 ερημοις] ρυμαις U+05D0* (ερ. U+05D0c.a ) 8 οφθαλμον] + σου U+05D0c.a c.aC | om και 1⁰ C | καταμανθανε καλλος αλλοτριον] ανε καλλος αλλοτρι sup ras Ca | εκ τουτου] pr η C 9 μετα sup ras Aᵃ | συνβολοκοπησης U+05D0 | εν οινω μετ αυτης U+05D0c.a | επ] εις C | ολισθησης] ολισθης U+05D0C ολισθηση Bᵃ ᵛⁱᵈ A | απωλιαν C 10 ενκαταλι- πης U+05D0 εγκαταλειπης A | εφ᾿ ισος B* (apostr non inst Bᵇ) επισος A | εαν] + δε C | μετ] ετ U+05D0* (μ. U+05D0c.a) | ευφροσυνη A 11 τι] τις U+05D0* (ς ras U+05D0?) A 12 om εν U+05D0AC | ευδοκιαις U+05D0C (-κειοις) | δικαιωθωσι C 13 εξουσιας U+05D0* (-σιαν U+05D0c.a ) | φονευσοι] φονευειν BᵃᵇᵍU+05D0AC | υποπτευσης] υποπνευσης C | φοβω U+05D0* (φοβον U+05D0c.a))
- (19)κἂν προσέλθῃς, μὴ πλημμελήσῃς.
- ἵνα μὴ ἀφέληται τὴν ζωήν σου·
- (20)ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις,
- καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς.
662
[*](Β)- κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον,
- καὶ μετὰ σοφῶν συμβουλεύου·
- καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου,
- καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.
- ἄυδρες δίκαιοι ἔσταοσαν σύνδειπνοί σου,
- καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου.
- ἐν χειρὶ τεχνικῶν ἔργον ἐπαινεσθήσεται,
- καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.
- φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης,
- καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.