Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. φόβος Κυρίου δόξα καὶ καύχημα
  2. καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
  1. φόβος Κυρίου τέρψει καρδίαν,
  2. καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
  3. τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων,
  4. καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
  1. ἀρχὴ σοφίας φοβεῖσθαι τὸν θεόν,
  2. καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·
  1. καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν,
  2. [*](Ιnscr σοφια Σειραχ B σ. Ιησου υιου Σειραχ U+05D0 σ. Ι. υιου Σιραχ AC U+05D0ΑC I 1—2 omnia evan in C 2 ημεραν U+05D0* (-ρας U+05D0c.ᵃ) 3 ουρανου] υρανου U+05D0*A* (ουρ. U+05D0c.ᵃ, c.c Aa) | τις εξ sup ras B?ᵛiᵈ 6 πανουργηματα U+05D0AC 9 ειδεν U+05D0C 10 εχορηγησεν] ε[χορηγει] Cᵛⁱᵈ 11 ευ. φροσυνη...αγαλλιαματος] δωσει ευφροσυνην και χαραν και μακροημερευσιν 13 εσχατω U+05D0* (-των U+05D0c.ᵃ) | ευρησει χαριν] ευλογηθησεται U+05D0ACᵛⁱᵈ 14 φο- βεισθαι (-σθε B* -σθαι Bᵃᵇ : item 16, 20) τον θεον] φοβεισθαι τον κν U+05D0A φοβος κ[υ] C 15 om και 1⁰ U+05D0A)
    646
    [*](B)
  3. καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
  1. πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον.
  2. καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
  1. πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων,
  2. καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.