Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. στέφανος σοφίας φόβος Κυρίου,
  2. ἀναθάλλων εἰρήνην καὶ ὑγείαν ἰάσεως.
  1. καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,
  2. (24)ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν,
  3. καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
  1. ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον.
  2. καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
  1. Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι·
  2. ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
  1. ἕως καιροῦ ἀνθέξεται μακρόθυμος,
  2. καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
  1. ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,
  2. καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.