Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαυ
  2. τίς ἐξιχνιάσει ;
  1. προτέρα πάντων ἔκτισται σοφία,
  2. καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνυς.
  1. ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;
  2. καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
  1. εἷς ἐστὶν σοφός, φοβερὸς σφόδρα,
  2. καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
  1. Κύριος ⁹αὐτὸς ἔκτισεν αὐτήν,
  2. καὶ ἴδεν καὶ ἐξηρίθμησεν αὐτήν,
  3. (10)καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
  1. μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,
  2. καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.