Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὡς ἐλαία εὐπρεπὴς ἀναθάλλουσα καρπούς, καὶ ὡς κυπάρισσος ὑψουμένη νεφέλαις.

ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος·

ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου, ἐδόξασε περιβολὴν ἁγιάσματος·

ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρὸς ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ’ ἐσχάραν βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ, καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων, καὶ πάντες οἱ υἱοὶ ᾿Ααρὼν ἐν δόξη αὐτῶν,

[*](13 Cod. ἐπιπολὺ)

69
καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας ᾿Ισραήλ, καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμοῦ,

κοσμῆσαι προσφορὰν Ὑψίστου παντοκράτορος·

ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρας αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν ἐπὶ θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας [*](189 2) Ὑψίστῳ παμβασιλεῖ.

τότε ἀνέκραγον οἱ υἱοὶ ᾿Ααρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι Ὑψίστου.

τότε πᾶς ὁ λαὸς κοινῇ

  • κατέσπευσε,
  • καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν,

    προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ·

    καὶ ἤνεσαν οἱ ψαλμῳδοὶ φωναῖς αὐτῶν, ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος· καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ

  • κατέναντι
  • τοῦ ἐλεήμονος, ἕως συνετελέσθη ὁ κόσμος κυρίου καὶ τὴν
  • λειτουργίαν
  • αὐτοῦ ἐτελείωσαν.

    τότε καταβὰς ἐπῆρε χεῖρας αὐτοῦ ἐπὶ

  • πάσαν
  • ἐκκλησίαν υἱῶν ᾿Ισραήλ, δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι·

    καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου.

    καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα μόνον πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ’ ἡμῶν κατὰ τὸν ἔλεον αὐτοῦ·

    καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν, ἐν ᾿Ισραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, ἐμπιστεῦσαι μεθ’ ἡμῶν τὸν ἔλεον αὐτοῦ,

    καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς.

    ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·

    οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, καὶ ἄνδρες οἱ

  • κατοικουντες
  • Φυλιστιείμ, καὶ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.

    παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς ὁ υἱὸς Σιρὰχ ὁ ῾Ιεροσολυμίτης, ὃς ἀνώμβρισε σοφίαν ἀπὸ καρδίας.

    μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν ἑαυτοῦ σοφισθήσεται·

    ἐὰν γὰρ ποιήση αὐτά, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.

    εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο γένοιτο.

    70